scieee AI-readable full text Open interactive document viewer

Mitografía de época augústea: las Narraciones de Conón.

Villagra, Nereida

Full text

XIV SΑΕCULUM AUGUSTVM. 24-26.9.2014. Faculdade de Letras. Universidade de Lisboa. Nereida Villagra Hidalgo. Centro de Estudos Clássicos. [email protected]/ ner[email protected] MITOGRAFÍA GRIEGA DE ÉPOCA AUGÚSTEA: LAS NARRACIONES DE CONÓN Cono Historicus 2 Brown: Δεύτερον τὰ περὶ Βυβλίδος, ὡς παῖς ἦν Μιλήτῳ, †ἔχουσα ἐξ αὐτῆς ἀδελφὸν Καῦνον. Ὤικουν δὲ Μίλητον τῆς Ἀσίας, ἣν ὕστερον μὲν Ἴωνες καὶ οἱ ἀπ´ Ἀθηνῶν μετὰ Νηλέως ὁρμηθέντες ᾤκησαν, τότε δ´ ἐνέμοντο Κᾶρες, ἔθνος μέγα, κωμηδὸν οἰκοῦντες. Καύνῳ δ´ ἔρως ἐγείρεται ἀμήχανος τῆς ἀδελφῆς Βυβλίδος· ὡς δ´ ἀπετύγχανε πολλὰ κινήσας, ἔξεισι τῆς γῆς ἐκείνης. Καὶ ἀφανισθέντος μυρίῳ ἄχει κατεχομένη ἡ Βυβλὶς ἐκλείπει καὶ αὐτὴ τὴν πατρῴαν οἰκίαν, καὶ πολλὴν ἐρημίαν πλανηθεῖσα, καὶ πρὸς τοὺς ἀτελεῖς ἱμέρους ἀπαγορεύουσα, βρόχον τὴν ζώνην τινὸς καρύας καθάψασα ἑαυτὴν ἀνήρτησεν. Ἔνθα δὴ κλαιούσης αὐτῆς ἐρρύη τὰ δάκρυα καὶ κρήνην ἀνῆκε, Βυβλίδα τοῖς ἐπιχωρίοις ὄνομα· Καῦνος δὲ πλανώμενος εἰς Λυκίαν φθάνει, καὶ τούτῳ Προνόη (Ναῒς δ´ ἦν αὕτη) ἀναδῦσα τοῦ ποταμοῦ τά τε συνενεχθέντα τῇ Βυβλίδι λέγει, ὡς ἐχρήσατο Ἔρωτι δικαστῇ, καὶ πείθει αὐτὸν αὐτῇ ἐπὶ τῷ τῆς χώρας λαβεῖν τὴν βασιλείαν, (καὶ γὰρ εἰς αὐτὴν ἀνῆπτο) συνοικῆσαι. Ὁ δὲ Καῦνος ἐκ τῆς Προνόης τίκτει Αἰγιαλόν, ὃς καὶ παραλαβὼν τὴν βασιλείαν, ἐπεὶ ὁ πατὴρ ἐτελεύτησεν, ἤθροισέ τε τὸν λαὸν σποράδην οἰκοῦντα καὶ πόλιν ἔκτισεν ἐπὶ τῷ ποταμῷ μεγάλην καὶ εὐδαίμονα, Καῦνον ἀπὸ τοῦ πατρὸς ἐπονομάσας. La segunda narración, sobre Biblis, cuenta que esta era hija de Mileto y tenía (†de ella misma) un hermano llamado Cauno. Vivían en Mileto de Asia, ciudad que colonizaron más tarde los jonios y los que salieron de Atenas con Neleo. En esa época los carios, pueblo numeroso, habitaban el lugar distribuidos en aldeas. Una pasión imposible despertó en Cauno por su hermana Biblis. Pero, como fracasó después de intentar muchas cosas, abandonó aquella tierra. Al desaparecer, un immenso dolor se adueñó de Biblis que abandonó por sí misma la casa paterna y vagaba por lugares solitarios. Para renunciar a sus deseos prohibidos, ató una soga de un nogal y se colgó. En el lugar donde fluían las lágrimas de sus lamentos se formó una fuente que es llamada Biblis por los habitantes de esa zona. Cauno, errando, llega a Licia y allí Prónoe (esta era una Náyade) sale de un río y le explica lo acontecido a Biblis, la cual había hecho de Eros su ejecutor, y lo convence de vivir con ella para asumir el reino de esta tierra (pues en efecto dependía de ella). Cauno engendró a Egílao de Prónoe, quien recibió el reino cuando su padre murió. Reunió el pueblo que habitaba disperso y fundó una ciudad grande y próspera a orillas del río a la que llamó Cauno por su padre. Parth. 11 Lightfoot: Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Nικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι. λέγει δὲ ἔπεσι τοῖσδε· αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίην δὲ Κελαινέος ἤγετο παῖδα ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας. γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα. τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος. * * * * * * * * * * * * βῆ δὲ †φερενδιος† φεύγων ὀφιώδεα † Κύπρον†, καὶ † κάπρος † ὑλιγενὲς† καὶ †κάρια† ἱρὰ λοετρά. * * * * * * * * * * * * ἔνθ' ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. αὐτὴ δὲ γνωτὴ ὀλολυγόνος οἶτον ἔχουσα Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον. οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν ἐρασθεῖσαν τοῦ Καύνου λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακὸν προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηΐς, πόλιν τε κτίσαι τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Καῦνον. τὴν δὲ ἄρα ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν ἐνθεῖναι τὸν τράχηλον. λέγεται δὲ καὶ παρ' ἡμῖν οὕτως· ἡ δ' ὅτε δή <ῥ'> ὀλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀ<η>δονίδων θαμινώτερον, αἵ τ' ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν. καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμένη δειρὴν ἐνεθήκατο· ταὶ δ' ἐπ' ἐκείνῃ βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνηνῥυῆναι ἀίδιον τὴν καλουμένην Βυβλίδα.